Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.20 Dem. 25.23 (English) >>Dem. 25.26

25.21τί γὰρ ἂν τοῦτον αὐτὸν οἴεσθε ποιεῖν λυθέντων τῶν νόμων, ὃς ὄντων κυρίων τοιοῦτός ἐστιν; ἐπειδὴ τοίνυν οἱ νόμοι μετὰ τοὺς θεοὺς ὁμολογοῦνται σῴζειν τὴν πόλιν, δεῖ πάντας ὑμᾶς τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ καθῆσθʼ ἐράνου πληρωταί, τὸν μὲν πειθόμενον τούτοις ὡς φέροντα τὴν τῆς σωτηρίας φορὰν πλήρη τῇ πατρίδι τιμᾶν καὶ ἐπαινεῖν, τὸν δʼ ἀπειθοῦντα κολάζειν. 25.22ἔρανος γάρ ἐστιν πολιτικὸς καὶ κοινὸς πάνθʼ ὅσα, ταξάντων τῶν νόμων, ἕκαστος ἡμῶν ποιεῖ. ὃν λείπων, ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ καλὰ καὶ σεμνὰ καὶ μεγάλʼ ὑμῶν ἀφαιρεῖται καὶ διαφθείρει τὸ καθʼ αὑτόν. 25.23ὧν ἓν δύʼ ἐρῶ παραδείγματος ἕνεκα, τὰ γνωριμώτατα. τὸ τὴν βουλὴν τοὺς πεντακοσίους ἀπὸ τῆς ἀσθενοῦς τοιαυτησὶ κιγκλίδος τῶν ἀπορρήτων κυρίαν εἶναι, καὶ μὴ τοὺς ἰδιώτας ἐπεισιέναι· τὸ τὴν ἐξ Ἀρείου πάγου βουλήν, ὅταν ἐν τῇ βασιλείῳ στοᾷ καθεζομένη περισχοινίσηται, κατὰ πολλὴν ἡσυχίαν ἐφʼ ἑαυτῆς εἶναι, καὶ ἅπαντας ἐκποδὼν ἀποχωρεῖν· τὸ τὰς ἀρχὰς ἁπάσας, ὅσας οἱ λαχόντες ἄρχουσιν ὑμῶν, ἅμα τῷ τὸν ὑπηρέτην εἰπεῖνμετάστητʼ ἔξωτῶν νόμων κρατεῖν ἐφʼ οἷς εἰσεπέμφθησαν, καὶ μηδὲ τοὺς ἀσελγεστάτους βιάζεσθαι· ἄλλα μυρία. 25.24πάντα γὰρ τὰ σεμνὰ καὶ καλὰ καὶ διʼ ὧν πόλις κοσμεῖται καὶ σῴζεται, σωφροσύνη, πρὸς τοὺς γονέας καὶ τοὺς πρεσβυτέρους ὑμῶν παρὰ τῶν νέων αἰσχύνη, εὐταξία, τῇ τῶν νόμων προσθήκῃ τῶν αἰσχρῶν περίεστιν, τῆς ἀναισχυντίας, τῆς θρασύτητος, τῆς ἀναιδείας. ἰταμὸν γὰρ πονηρία καὶ τολμηρὸν καὶ πλεονεκτικόν, καὶ τοὐναντίον καλοκαγαθία ἡσύχιον καὶ ὀκνηρὸν καὶ βραδὺ καὶ δεινὸν ἐλαττωθῆναι. τοὺς νόμους οὖν δεῖ τηρεῖν καὶ τούτους ἰσχυροὺς ποιεῖν τοὺς ἀεὶ δικάζοντας ὑμῶν· μετὰ γὰρ τούτων οἱ χρηστοὶ τῶν πονηρῶν περίεισιν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.20 Dem. 25.23 (English) >>Dem. 25.26

Powered by PhiloLogic